Excerpta ex Theodoto

Clemens Alexandrinus, L. Früchtel, Otto Stählin
{"title":"Excerpta ex Theodoto","authors":"Clemens Alexandrinus, L. Früchtel, Otto Stählin","doi":"10.1515/9783110299175.103","DOIUrl":null,"url":null,"abstract":"\"Πάτερ\", φησί, \"παρατίθεμαί σοι εἰς χεῖρας τὸ Πνεῦμά μου.\" Ὃ προέβαλε, φησί, σαρκίον τῷ Λόγῳ ἡ Σοφία, τὸ πνευματικὸν σπέρμα, τοῦτο στολισάμενος κατῆλθεν ὁ Σωτήρ. 1.1.2 Ὅθεν ἐν τῷ πάθει τὴν Σοφίαν παρατίθεται τῷ Πατρί, ἵνα αὐτὴν ἀπολάβῃ παρὰ τοῦ Πατρός, καὶ μὴ κατασχεθῇ ἐνταῦθα ὑπὸ τῶν στερίσκειν δυναμένων. Οὕτως πᾶν πνευματικὸν σπέρμα, τοὺς ἐκλεκτούς, διὰ τῆς προειρημένης φωνῆς παρατίθεται. 1.1.3 Τὸ ἐκλεκτὸν σπέρμα φαμὲν καὶ \"σπινθῆρα\" ζωοποιούμενον ὑπὸ τοῦ Λόγου καὶ \"κόρην ὀφθαλμοῦ\" καὶ \"κόκκον σινάπεως\" καὶ \"ζύμην\" τὰ δόξαντα καταδιῃρῆσθαι γένη ἑνοποιοῦσαν εἰς πίστιν. 1.2.1 Οἱ δ' ἀπὸ Οὐαλεντίνου, πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος, τῇ ἐκλεκτῇ ψυχῇ οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν, ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ. 1.2.2 Καὶ τοῦτο ἐζύμωσεν, τὰ δόξαντα καταδιῃρῆσθαι ἑνοποιοῦν, τὴν ψυχὴν καὶ τὴν σάρκα, ἃ καὶ ἐν μερισμῷ ὑπὸ τῆς Σοφίας προηνέχθη. Ὕπνος δὲ ἦν Ἀδὰμ ἡ λήθη τῆς ψυχῆς, ἣν συνεῖχε μὴ διαλυθῆναι *τὸ σπέρμα* τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ. Τὸ σπέρμα δ' ἀπόρροια ἦν τοῦ ἄρρενος καὶ ἀγγελικοῦ. ∆ιὰ τοῦτο λέγει ὁ Σωτήρ· \"Σώζου σὺ καὶ ἡ ψυχή σου.\" 1.3.1 Ἐλθὼν οὖν ὁ Σωτὴρ τὴν ψυχὴν ἐξύπνισεν, ἐξῆψεν δὲ τὸν σπινθῆρα· δύναμις γὰρ οἱ λόγοι τοῦ Κυρίου. ∆ιὰ τοῦτο εἴρηκεν· \"Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν 1.3.2 τῶν ἀνθρώπων\". Καὶ μετὰ τὴν ἀνάστασιν, ἐμφυσῶν τὸ Πνεῦμα τοῖς Ἀποστόλοις, τὸν μὲν χοῦν, καθάπερ τέφραν, ἀπεφύσα καὶ ἐχώριζεν, ἐξῆπτε δὲ τὸν σπινθῆρα καὶ ἐζωοποίει. 1.4.1 Ὁ Κύριος, διὰ πολλὴν ταπεινοφροσύνην, οὐχ ὡς ἄγγελος ὤφθη, ἀλλ' ὡς ἄνθρωπος. Καὶ ὅτε ἐν δόξῃ ὤφθη τοῖς Ἀποστόλοις ἐπὶ τοῦ Ὄρους, οὐ δι' ἑαυτὸν ἐποίησεν, δεικνὺς ἑαυτόν, ἀλλὰ διὰ τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ \"τὸ γένος τὸ ἐκλεκτόν\", ἵνα μάθῃ τὴν προκοπὴν αὐτοῦ μετὰ τὴν ἐκ τῆς 1.4.2 σαρκὸς ἔξοδον. Αὐτὸς γὰρ καὶ ἄνω Φῶς ἦν, καὶ ἐστὶ τὸ \"ἐπιφανὲν ἐν σαρκὶ\" καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω· οὐδὲ διεκέκοπτο ᾗ ἄνωθεν μετέστη δεῦρο, τόπον ἐκ τόπου ἀμεῖβον, ὡς τὸν μὲν ἐπιλαβεῖν, τὸν δὲ ἀπολιπεῖν· ἀλλ' ἦν τὸ πάντῃ Ὂν καὶ παρὰ τῷ Πατρὶ κἀνταῦθα· δύναμις γὰρ ἦν τοῦ Πατρός. 1.4.3 Ἄλλως τε ἐχρῆν κἀκεῖνον πληρωθῆναι τὸν λόγον τοῦ Σωτῆρος ὃν εἶπεν· \"Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐν δόξῃ\". Εἶδον οὖν καὶ ἐκοιμήθησαν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. 1.5.1 Πῶς οὖν τὴν μὲν ὄψιν τὴν φωτεινὴν ἰδόντες οὐκ ἐξεπλάγησαν, τὴν δὲ φωνὴν ἀκούσαντες ἔπεσον ἐπὶ γῆν; Ὅτι ὦτα τυγχάνει ἀπιστότερα ὀφθαλμῶν, καὶ ἡ παρὰ δόξαν φωνὴ μᾶλλον 1.5.2 ἐκπλήσσει. Ὁ δὲ Ἰωάννης ὁ βαπτιστὴς τῆς φωνῆς ἀκούσας οὐκ ἐφοβήθη, ὡς ἂν ἐν Πνεύματι ἀκούσας συνήθει τῆς τοιαύτης φωνῆς· καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη. ∆ιὸ καὶ λέγει αὐτοῖς ὁ Σωτήρ· \"Μηδενὶ 1.5.3 εἴπητε ὃ εἴδετε\". Καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ' ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ Σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι· ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ σαρκὶ διὰ τὸ συμπεπλέχθαι αὐτῇ. 1.5.4 Τὸ δὲ \"μηδενὶ εἴπητε\", ἵνα μὴ ὅ ἐστιν ὁ Κύριος νοήσαντες, ἀπόσχωνται τοῦ ἐπιβάλλειν τῷ Κυρίῳ τὰς χεῖρας, καὶ ἀτελὴς ἡ οἰκονομία γένηται, καὶ ὁ θάνατος ἀπόσχηται τοῦ Κυρίου, ὡς μάτην πειράζων ἐπὶ ἀνηνύτῳ. 1.5.5 Καὶ ἔτι ἡ μὲν ἐν τῷ Ὄρει φωνή, τοῖς ἤδη συν ιεῖσιν ἐκλεκτοῖς ἐγένετο· διὸ καὶ ἐθαύμασαν","PeriodicalId":254401,"journal":{"name":"Stromata. Buch VII und VIII","volume":"26 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"1909-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"6","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Stromata. Buch VII und VIII","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.1515/9783110299175.103","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 6

Abstract

"Πάτερ", φησί, "παρατίθεμαί σοι εἰς χεῖρας τὸ Πνεῦμά μου." Ὃ προέβαλε, φησί, σαρκίον τῷ Λόγῳ ἡ Σοφία, τὸ πνευματικὸν σπέρμα, τοῦτο στολισάμενος κατῆλθεν ὁ Σωτήρ. 1.1.2 Ὅθεν ἐν τῷ πάθει τὴν Σοφίαν παρατίθεται τῷ Πατρί, ἵνα αὐτὴν ἀπολάβῃ παρὰ τοῦ Πατρός, καὶ μὴ κατασχεθῇ ἐνταῦθα ὑπὸ τῶν στερίσκειν δυναμένων. Οὕτως πᾶν πνευματικὸν σπέρμα, τοὺς ἐκλεκτούς, διὰ τῆς προειρημένης φωνῆς παρατίθεται. 1.1.3 Τὸ ἐκλεκτὸν σπέρμα φαμὲν καὶ "σπινθῆρα" ζωοποιούμενον ὑπὸ τοῦ Λόγου καὶ "κόρην ὀφθαλμοῦ" καὶ "κόκκον σινάπεως" καὶ "ζύμην" τὰ δόξαντα καταδιῃρῆσθαι γένη ἑνοποιοῦσαν εἰς πίστιν. 1.2.1 Οἱ δ' ἀπὸ Οὐαλεντίνου, πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος, τῇ ἐκλεκτῇ ψυχῇ οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν, ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ. 1.2.2 Καὶ τοῦτο ἐζύμωσεν, τὰ δόξαντα καταδιῃρῆσθαι ἑνοποιοῦν, τὴν ψυχὴν καὶ τὴν σάρκα, ἃ καὶ ἐν μερισμῷ ὑπὸ τῆς Σοφίας προηνέχθη. Ὕπνος δὲ ἦν Ἀδὰμ ἡ λήθη τῆς ψυχῆς, ἣν συνεῖχε μὴ διαλυθῆναι *τὸ σπέρμα* τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ. Τὸ σπέρμα δ' ἀπόρροια ἦν τοῦ ἄρρενος καὶ ἀγγελικοῦ. ∆ιὰ τοῦτο λέγει ὁ Σωτήρ· "Σώζου σὺ καὶ ἡ ψυχή σου." 1.3.1 Ἐλθὼν οὖν ὁ Σωτὴρ τὴν ψυχὴν ἐξύπνισεν, ἐξῆψεν δὲ τὸν σπινθῆρα· δύναμις γὰρ οἱ λόγοι τοῦ Κυρίου. ∆ιὰ τοῦτο εἴρηκεν· "Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν 1.3.2 τῶν ἀνθρώπων". Καὶ μετὰ τὴν ἀνάστασιν, ἐμφυσῶν τὸ Πνεῦμα τοῖς Ἀποστόλοις, τὸν μὲν χοῦν, καθάπερ τέφραν, ἀπεφύσα καὶ ἐχώριζεν, ἐξῆπτε δὲ τὸν σπινθῆρα καὶ ἐζωοποίει. 1.4.1 Ὁ Κύριος, διὰ πολλὴν ταπεινοφροσύνην, οὐχ ὡς ἄγγελος ὤφθη, ἀλλ' ὡς ἄνθρωπος. Καὶ ὅτε ἐν δόξῃ ὤφθη τοῖς Ἀποστόλοις ἐπὶ τοῦ Ὄρους, οὐ δι' ἑαυτὸν ἐποίησεν, δεικνὺς ἑαυτόν, ἀλλὰ διὰ τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ "τὸ γένος τὸ ἐκλεκτόν", ἵνα μάθῃ τὴν προκοπὴν αὐτοῦ μετὰ τὴν ἐκ τῆς 1.4.2 σαρκὸς ἔξοδον. Αὐτὸς γὰρ καὶ ἄνω Φῶς ἦν, καὶ ἐστὶ τὸ "ἐπιφανὲν ἐν σαρκὶ" καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω· οὐδὲ διεκέκοπτο ᾗ ἄνωθεν μετέστη δεῦρο, τόπον ἐκ τόπου ἀμεῖβον, ὡς τὸν μὲν ἐπιλαβεῖν, τὸν δὲ ἀπολιπεῖν· ἀλλ' ἦν τὸ πάντῃ Ὂν καὶ παρὰ τῷ Πατρὶ κἀνταῦθα· δύναμις γὰρ ἦν τοῦ Πατρός. 1.4.3 Ἄλλως τε ἐχρῆν κἀκεῖνον πληρωθῆναι τὸν λόγον τοῦ Σωτῆρος ὃν εἶπεν· "Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐν δόξῃ". Εἶδον οὖν καὶ ἐκοιμήθησαν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. 1.5.1 Πῶς οὖν τὴν μὲν ὄψιν τὴν φωτεινὴν ἰδόντες οὐκ ἐξεπλάγησαν, τὴν δὲ φωνὴν ἀκούσαντες ἔπεσον ἐπὶ γῆν; Ὅτι ὦτα τυγχάνει ἀπιστότερα ὀφθαλμῶν, καὶ ἡ παρὰ δόξαν φωνὴ μᾶλλον 1.5.2 ἐκπλήσσει. Ὁ δὲ Ἰωάννης ὁ βαπτιστὴς τῆς φωνῆς ἀκούσας οὐκ ἐφοβήθη, ὡς ἂν ἐν Πνεύματι ἀκούσας συνήθει τῆς τοιαύτης φωνῆς· καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη. ∆ιὸ καὶ λέγει αὐτοῖς ὁ Σωτήρ· "Μηδενὶ 1.5.3 εἴπητε ὃ εἴδετε". Καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ' ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ Σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι· ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ σαρκὶ διὰ τὸ συμπεπλέχθαι αὐτῇ. 1.5.4 Τὸ δὲ "μηδενὶ εἴπητε", ἵνα μὴ ὅ ἐστιν ὁ Κύριος νοήσαντες, ἀπόσχωνται τοῦ ἐπιβάλλειν τῷ Κυρίῳ τὰς χεῖρας, καὶ ἀτελὴς ἡ οἰκονομία γένηται, καὶ ὁ θάνατος ἀπόσχηται τοῦ Κυρίου, ὡς μάτην πειράζων ἐπὶ ἀνηνύτῳ. 1.5.5 Καὶ ἔτι ἡ μὲν ἐν τῷ Ὄρει φωνή, τοῖς ἤδη συν ιεῖσιν ἐκλεκτοῖς ἐγένετο· διὸ καὶ ἐθαύμασαν
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信